Δωρόθεος Σιδώνιος. Περί δανείων.
Δωρόθεος Σιδώνιος, Ἀποτελεσματικὰ ἢ Πεντάτευχος, βιβλίον ε'.
V 20, 1-8. Ἡφαιστίωνος III 28, 1-6 (5-6 = fr. 79a Stegemann)
Περὶ δανείων
Ἀκολούθως τοῖς προτέροις ἔστω ὁ μὲν δανείζων ὁ ὡροσκόπος, ὁ δὲ δανειζόμενος τὸ δῦνον, τὸ δὲ μεσουράνημα τὸ διδόμενον ἀργύριον, τὸ δὲ ὑπὸ γῆν μηνύσει τὴν ἔκβασιν τοῦ χρέους. Καὶ ἡ τῆς Σελήνης ἀπόρροια ληφθήσεται εἰς πρόσωπον τοῦ δανείζοντος, ἡ δὲ συναφὴ τοῦ δανειζομένου, ἐκ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων ἀστέρων αἱ προαγορεύσεις ἀκολούθως ἕπονται. Τινὲς δὲ ἐπισκέπτουσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, τὴν μὲν Σελήνην εἰς τὸν δανείζοντα, τὸν δὲ Ἥλιον εἰς τὸν χρεώστην, ἐὰν δὲ ᾖ λειψίφως ἡ Σελήνη ἐναντίως. Κακὴ δὲ ἡ Σελήνη ἐν τοῖς συνδέσμοις ἢ ἐν τῷ νοτίῳ ταύτης πλάτει.
Φυλάττου δὲ δανείζων τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν, καὶ ἔτι τῆς Σελήνης ἐν ἀρχῇ τοῦ Λέοντος καὶ τῶν Διδύμων καὶ τοῦ Τοξότου, καὶ ὅτε τούτων αἱ ἀρχαὶ τῶν ζῳδίων γαίης ὑπεραντέλλουσιν.
εἰ δὲ λαβεῖν ἐθέλεις αὐτὸς χρέος ὧδέ τοι ἔστω
λώιον· Ὑδροχόῳ καὶ Σκορπίῳ ἠδὲ Λέοντι
δῖα Σεληναίη καὶ Ἰχθύσιν ἀμφὶς ἐοῦσα
ἢ ἐνὶ Τοξευτῇ καί οἱ φάος ἐνδεὲς ἔστω,
ὡς δ' αὔτως καὶ ἀριθμός.
ἡ δὲ Ἀφροδίτη καὶ ὁ Ζεὺς καὶ ὁ Ἑρμῆς ἐπιμαρτυρήσωσι τῇ Σελήνῃ, πολὺ βέλτιον ἐὰν καὶ τῷ ὡρονόμῳ.
[Ὁ Δωρόθεος ἔζησε τὸν 1ον αἰ. μΧ. Περὶ τοῦ βίου του δὲν ἔχουν διασωθεῖ στοιχεῖα καὶ ὁ μόνος ποὺ ἀναφέρει ὅτι ὁ Δωρόθεος καταγόταν ἀπὸ τὴν Σιδώνα εἶναι ὁ μεταγενέστερος ρήτωρ Φιρμίκος Ματέρνος. Ἡ ἀστρολογία του Δωροθέου ὄχι μόνον ἐπηρέασε σημαντικὰ τὴν ἄλυσον τῶν ἐπομένων ἀστρολόγων τῆς ἑλληνιστικῆς περιόδου ἀλλὰ καὶ σὺν Πτολεμαίῳ διεμόρφωσε τὴν πρώιμην περσικὴν καὶ ἀραβικὴν ἀστρολογίαν.
Τὰ ἀστρολογικὰ του κείμενα μετέφεραν εἰς στίχους οἱ ποιηταί Μανέθων, Ἀνουβίων καὶ Μάξιμος. Ὁ ἰατρομαθηματικὸς Ἡφαιστίων ὁ Θηβαῖος ἐνσωμάτωσε σημαντικὸν μέρος τῶν πραγματειῶν τοῦ Δωροθέου εἰς τὸ μέγαν ἔργον του Ἀποτελεσματικὰ Συντάγματα καὶ ὁ Ρητόριος ὁ Αἰγύπτιος ἐπίσης ἀκολούθησε πιστὰ τὴν γραμμὴν τοῦ Δωροθέου.
Οἱ Πέρσαι πρῶτοι μετέφρασαν εἰς τὴν διάλεκτον Pahlavi τὴν Πεντάτευχον, ἀποτελούμενην ἀπὸ πέντε ἐπιμέρους τμήματα. Τὰ ὀνόματα τῶν ὁποῖων διασώζει ὁ Ibn al-Nadim σχολιάζοντας τὴν πρῶτην ἀραβικὴν μετάφρασιν ἀπὸ τὴν ἀντίστοιχην περσικὴν : Ἀπὸ τὰ συγγράμματα τοῦ Δωροθέου τὸ μέγα βιβλίον του, ποὺ ἀποτελεῖται ἀπὸ ἄλλα βιβλία, ὀνομάζεται Πεντάτευχος. Εἶναι διαρθρωμένον ὡς ἐξῆς: τὸ 1ον βιβλίον γενεθλιαλογικὸν, τὸ 2ον περὶ γάμου καὶ τέκνων, τὸ 3ον περὶ τοῦ ἀφέτου καὶ τοῦ κυρίαρχου τοῦ ὡροσκοπίου, τὸ 4ον περὶ χρόνου διαιρέσεως, τὸ 5ον περὶ καταρχῶν. Αὐτὰ μετέφρασε ὁ Umar ibn al-Farrukhan al-Tabari.]
Πηγή : astrologicon.org
σχόλια